leonidas
αἱ Λυκομήδευς παῖδες, Ἀθηνὼ καὶ Μελίτεια
καὶ Φιντὼ Γληνὶς θ᾽, αἱ φιλοεργόταται,
ἔργων ἐκ δεκάτας ποτιθύμια, τόν τε πρόσεργον
ἄτρακτον, καὶ τὰν ἄτρια κριναμέναν [p. 454]
κερκίδα, τὰν ἱστῶν μολπάτιδα, καὶ τὰ τροχαῖα
πανία, † κερταστὰς τούσδε ποτιρρογέας,
καὶ † σπάθας εὐβριθεῖς πολυάργυρα: τὼς δὲ πενιχραὶ
ἐξ ὀλίγων ὀλίγην μοῖραν ἀπαρχόμεθα,
τῶν χέρας αἰέν, Ἀθάνα, ἐπιπλήσαις μὲν ὀπίσσω,
θείης δ᾽ εὐσιπύους ἐξ ὀλιγησιπύων.