leonidas
ὁ Κρὴς Θηρίμαχος τὰ λαγωβόλα Πανὶ Λυκαίῳ
ταῦτα πρὸς Ἀρκαδικοῖς ἐκρέμασε σκοπέλοις.
ἀλλὰ σὺ Θηριμάχῳ δώρων χάριν, ἀγρότα δαῖμον,
χεῖρα κατιθύνοις τοξότιν ἐν πολέμῳ, [p. 396]
ἔν τε συναγκείαισι παρίστασο δεξιτερῇ οἱ,
πρῶτα διδοὺς ἄγρης, πρῶτα καὶ ἀντιπάλων. .