paulus silentiarius
ὤμοσα μιμνάζειν σέο τηλόθεν, ἀργέτι κούρη,
ἄχρι δυωδεκάτης, ὦ πόποι, ἠριπόλης:
οὐ δ᾽ ἔτλην ὁ τάλας: τὸ τὰρ αὔριον ἄμμι φαάνθη
τηλοτέρω μήνης, ναὶ μὰ σέ, δωδεκάτης.
ἀλλὰ θεοὺς ἱκέτευε, φίλη, μὴ ταῦτα χαράξαι
ὅρκια ποιναίης νῶτον ὑπὲρ σελίδος:
θέλγε δὲ σαῖς χαρίτεσσιν ἐμὴν φρένα: μὴ δέ με μάστιξ,
πότνα, κατασμύξῃ καὶ σέο καὶ μακάρων.