agathias scholasticus
πέραν τῆς πόλεως διάγοντος διὰ τὰ λύσιμα τῶν νόμων ὑπομνηστικὸν πεμφθὲν πρὸς Παῦλον Σιλεντιάριονἐνθάδε μὲν χλοάουσα τεθηλότι βῶλος ὀράμνῳ
φυλλάδος εὐκάρπου πᾶσαν ἔδειξε χάριν
ἐνθάδε δὲ κλάζουσιν ὑπὸ σκιεραῖς κυπαρίσσοις
ὄρνιθες δροσερῶν μητέρες ὀρταλίχων
καὶ λιγυρὸν βομβεῦσιν ἀκανθίδες: ἡ δ᾽ ὀλολυγὼν
τρύζει, τρηχαλέαις ἐνδιάουσα βάτοις.
ἀλλὰ τί μοι τῶν ἦδος, ἐπεὶ σέο μῦθον ἀκούειν
ἤθελον ἢ κιθάρης κρούσματα Δηλιάδος;
καί μοι δισσὸς ἔρως περικίδναται: εἰσοράαν γὰρ
καὶ σέ, μάκαρ, ποθέω, καὶ γλυκερὴν δάμαλιν,
ἧς με περισμύχουσι μεληδόνες: ἀλλά με θεσμοὶ
εἴργουσιν ῥαδινῆς τηλόθι δορκαλίδος.