marcus argentarius
θῆλυς ἔρως κάλλιστος ἐνὶ θνητοῖσι τέτυκται,
ὅσσοις ἐς φιλίην σεμνὸς ἔνεστι νόος.
εἰ δὲ καὶ ἀρσενικὸν στέργεις πόθον, οἶδα διδάξαι
φάρμακον, ᾧ παύσεις τὴν δυσέρωτα νόσον.
στρέψας Μηνοφίλαν εὐίσχιον, ἐν φρεσὶν ἔλπου
αὐτὸν ἔχειν κόλποις ἄρσενα Μηνόφιλον. [p. 184]