agathias scholasticus
σοί, μάκαρ αἰγίκναμε, παράκτιον ἐς περιωπὰν
τὸν τράγον ὦ δισσᾶς ἀγέτα θηροσύνας —
σοὶ γὰρ καστορίδων ὑλακὰ καὶ τρίστομος αἰχμὴ
εὔαδε, καὶ ταχινῆς ἔργα λαγωσφαγίης,
δίκτυὰ τ᾽ ἐν ῥοθίοις ἁπλούμενα, καὶ καλαμευτὰς
κάμνων, καὶ μογερῶν πεῖσμα σαγηνοβόλων —
ἄνθετο δὲ Κλεόνικος, ἐπεὶ καὶ πόντιον ἄγραν
ἄνυε, καὶ πτῶκας πολλάκις ἐξεσόβει.