anonymi epigrammatici
εἰς Διόνυσον, Σεμέλην τὴν μητέρα εἰς οὐρανὸν ἀνάγοντα προηγουμένου Ἑρμοῦ, Σατύρων δὲ καὶ Σιληνῶν μετὰ λαμπάδων προπεμπόντων αὐτούς.τάνδε Διὸς δμαθεῖσαν ἐν ὠδίνεσσι κεραυνῷ,
καλλίκομον Κάδμου παῖδα καὶ Ἁρμονίης,
ματέρα θυρσοχαρὴς ἀνάγει γόνος ἐξ Ἀχέροντος,
τὰν ἄθεον Πενθέως ὕβριν ἀμειβόμενος.