archias
σάνδαλα ταῦτα Βίτιννα: πολυπλάγκτου δὲ Φιλαινὶς
πορφύρεον χαίτας ῥύτορα κεκρύφαλον:
ξανθὰ δ᾽ Ἀντίκλεια νόθον κεύθουσαν ἄημα
ῥιπίδα, τὰν μαλερὸν θάλπος ἀμυνομέναν:
λεπτὸν δ᾽ Ἡράκλεια τόδε προκάλυμμα προσώπου,
τευχθὲν ἀραχναίῃς εἴκελον ἁρπεδόσιν
ἁ δὲ καλὸν σπείραμα περισφυρίοιο δράκοντος
οὔνομ᾽ Ἀριστοτέλεω πατρὸς ἐνεγκαμένα:
ἅλικες ἀγλαὰ δῶρα, γαμοστόλε, σοὶ τάδε, Κύπρι,
ὤπασαν, αἱ γυάλων Ναυκράτιδος ναέται.