marcus argentarius
μήνη χρυσόκερως, δέρκευ τάδε, καὶ περιλαμπεῖς
ἀστέρες, οὓς κόλποις Ὠκεανὸς δέχεται,
ὥς με μόνον προλιποῦσα μυρόπνοος ᾤχετ᾽ Ἀρίστη:
ἑκταίην δ᾽ εὑρεῖν τὴν μάγον οὐ δύναμαι.
ἀλλ᾽ ἔμπης αὐτὴν ζωγρήσομεν, ἢν ἐπιπέμψω
Κύπριδος ἰχνευτὰς ἀργυρέους σκύλακας.