antipater
ἡ τὰ πέδιλα φέρουσα, Μενεκράτις: ἡ δὲ τὸ φᾶρος,
Φημονόη: Πρηξὼ δ᾽, ἣ τὸ κύπελλον ἔχει.
τῆς Παφίης δ᾽ ὁ νεὼς καὶ τὸ βρέτας: ἄνθεμα δ᾽ αὐτῶν
ξυνὸν: Στρυμονίου δ᾽ ἔργον Ἀριστομάχου.
πᾶσαι δ᾽ ἀσταὶ ἔσαν καὶ ἑταιρίδες: ἀλλὰ τυχοῦσαι
κύπριδος εὐκρήτου, νῦν ἑνός εἰσι μία.