philodemus
ἠράσθην Δημοῦς Παφίης γένος: οὐ μέγα θαῦμα
καὶ Σαμίης Δημοῦς δεύτερον οὐχὶ μέγα:
καὶ πάλι Ναξιακῆς Δημοῦς τρίτον οὐκέτι ταῦτα
παίγνια: καὶ Δημοῦς τέτρατον Ἀργολίδος.
αὐταί που Μοῖραί με κατωνόμασαν Φιλόδημον,
ὡς αἰεὶ Δημοῦς θερμὸς ἔχει με πόθος.