macedonius ii
τὸ ξίφος ἐκ κολεοῖο τί σύρεται; οὐ μὰ σέ, κούρη,
οὐχ ἵνα τι πρήξω Κύπριδος ἀλλότριον,
ἀλλ᾽ ἵνα σοι τὸν Ἄρηα, καὶ ἀζαλέον περ ἐόντα,
δείξω τῇ μαλακῇ Κύπριδι πειθόμενον.
οὗτος ἐμοὶ πτοθέοντι συνέμπορος, οὐδὲ κατόπτρου
δεύομαι, ἐν δ᾽ αὐτῷ δέρκομαι αὑτὸν ἐγώ,
κἀλαὸς ὡς ἐν ἔρωτι. σὺ δ᾽ ἢν ἀπ᾽ ἐμεῖο λάθηαι,
τὸ ξίφος ἡμετέρην δύσεται ἐς λαγόνα.