rufinus
ποῦ σοι κεῖνα, Μέλισσα, τὰ χρύσεα καὶ περίοπτα
τῆς πολυθρυλήτου κάλλεα φαντασίης;
ποῦ δ᾽ ὀφρύες, καὶ γαῦρα φρονήματα, καὶ μέγας αὐχὴν,
καὶ σοβαρῶν ταρσῶν χρυσοφόρος σπατάλη;
νῦν πενιχρὴ ψαφαρή τε κόμη, παρὰ ποσσί τε τρύχη:
ταῦτα τὰ τῶν σπαταλῶν τέρματα παλλακίδων.