eratosthenes scholasticus
ὡς εἶδον Μελίτην, ὦχρός μ᾽ ἕλε: καὶ γὰρ ἀκοίτης
κείνη ἐφωμάρτει: τοῖα δ᾽ ἔλεξα τρέμων
τοῦ σοῦ ἀνακροῦσαι δύναμαι πυλεῶνος ὀχῆας,
δικλίδος ὑμετέρης τὴν βάλανον χαλάσας,
καὶ δισσῶν προθύρων πλαδαρὴν κρηπῖδα περῆσαι,
ἄκρον ἐπιβλῆτος μεσσόθι πηξάμενος;
ἡ δὲ λέγει γελάσασα, καὶ ἀνέρα λοξὸν ἰδοῦσα:
‘ τῶν προθύρων ἀπέχου, μή σε κύων ὀλέσῃ.’