anonymi epigrammatici
εἰς Εὐδοκίαν τὴν γυναῖκα Θεοδοσίου βασιλέωςἡ μὲν σοφὴ δέσποινα τῆς οἰκουμένης,
ὑπ᾽ εὐσεβοῦς ἔρωτος ἠρεθισμένη,
πάρεστι δούλη, προσκυνεῖ δ᾽ ἑνὸς τάφον,
ἡ πᾶσιν ἀνθρώποισι προσκυνουμένη.
ὁ γὰρ δεδωκὼς τὸν θρόνον καὶ τὸν γάμον
τέθνηκεν ὡς ἄνθρωπος, ἀλλὰ ζῇ θεός:
κάτω μὲν ἠνθρώπιζεν ἦν δ᾽ ὡς ἦν ἄνω.