phanias
Σμῖλαν Ἀσκώνδας δονακογλύφον, ὅν τ᾽ ἐπὶ μισθῷ
σπόγγον ἔχεν καλάμων ψαίστορα τῶν Κνιδίων, [p. 458]
καὶ σελίδων κανόνισμα φιλόρθιον, ἔργμα τε λείας
σαμοθέτον, καὶ τὰν εὐμέλανον βροχίδα,
κάρκινά τε σπειροῦχα, λεάντειράν τε κίσηριν,
καὶ τὰν ἁδυφαῆ πλινθίδα καλλαΐναν,
μάζας ἁνίκ᾽ ἔκυρσε τελωνιάδος φιλολίχνου,
Πιερίσιν πενίας ἄρμεν᾽ ἀνεκρέμασεν.