archias
Ἀγραύλῳ τάδε Πανὶ βιαρκέος ἄλλος ἀπ᾽ ἄλλης
αὔθαιμοι τρισσοὶ δῶρα λινοστασίης,
Πίγρης μὲν δειραχθὲς ἐΰβροχον ἅμμα πετανῶν,
Δᾶμις δ᾽ ὑλονόμων δίκτυα τετραπόδων,
ἄρκυν δ᾽ εἰναλίων Κλείτωρ πόρεν: οἷς σὺ δι᾽ αἴθρας
καὶ πελάγευς καὶ γᾶς εὔστοχα πέμπε λίνα.