rufinus
Ῥουφῖνος τῇ μῇ γλυκερωτάτῃ Ἐλπίδι πολλὰ
χαίρειν, εἰ χαίρειν χωρὶς ἐμοῦ δύναται.
οὐκέτι βαστάζω, μὰ τὰ ς1᾽ ὄμματα, τὴν φιλέρημον
καὶ τὴν μουνολεχῆ σεῖο διαζυγίην
ἀλλ᾽ αἰεὶ δακρύοισι πεφυρμένος ἢ πὶ Κορησσὸν
ἔρχομαι ἢ μεγάλης νηὸν ἐς Ἀρτέμιδος.
αὔριον ἀλλὰ πάτρη με δεδέξεται: ἐς δὲ σὸν ὄμμα
πτήσομαι, ἐρρῶσθαι μυρία ς1᾽ εὐχόμενος.