agathias scholasticus
Βασσαρὶς Εὐρυνόμη σκοπελοδρόμος, ἥ ποτε ταύρων
πολλὰ τανυκραίρων στέρνα χαραξαμένη,
ἡ μέγα καγχάζουσα λεοντοφόνοις ἐπὶ νίκαις,
παίγνιον ἀτλήτου θηρὸς ἔχουσα κάρη,
ἱλήκοις, Διόνυσε, τεῆς ἀμέλησα χορείης,
Κύπριδι βακχεύειν μᾶλλον ἐπειγομένη.
θῆκα δέ σοι τάδε ῥόπτρα: παραρρίψασα δὲ κισσόν,
χεῖρα περισφίγξω χρυσοδέτῳ σπατάλῃ. [p. 340]