agathias scholasticus
‘ μηδὲν ἄγαν,’ σοφὸς εἶπεν ἐγὼ δέ τις ὡς ἐπέραστος,
ὡς καλός, ἠέρθην ταῖς μεγαλοφροσύναις,
καὶ ψυχὴν δοκέεσκον ὅλην ἐπὶ χερσὶν ἐμεῖο
κεῖσθαι τῆς κούρης, τῆς τάχα κερδαλέης:
ἡ δ᾽ ὑπερηέρθη, σοβαρὴν θ᾽ ὑπερέσχεθεν ὀφρύν,
ὥσπερ τοῖς προτέροις ἤθεσι μεμφομένη.
καὶ νῦν ὁ βλοσυρωπός, ὁ χάλκεος, ὁ βραδυπειθής,
ὁ πρὶν ἀερσιπότης, ἤριπον ἐξαπίνης:
πάντα δ᾽ ἔναλλα γένοντο: πεσὼν δ᾽ ἐπὶ γούνασι κούρῃ
ἴαχον: ‘ἱλήκοις, ἤλιτεν ἡ νεότης.’