dioscorides
σᾶμα τόδ᾽ οὐχὶ μάταιον ἐπ᾽ ἀσπίδι παῖς ὁ Πολύττου
Ὕλλος ἀπὸ Κρήτας θοῦρος ἀνὴρ ἔθετο,
Γοργόνα τὰν λιθοεργὸν ὁμοῦ καὶ τριπλόα γοῦνα
γραψάμενος: δῄοις τοῦτο δ᾽ ἔοικε λέγειν
ἀσπίδος ὦ κατ᾽ ἐμᾶς πάλλων δόρυ, μὴ κατίδῃς με,
καὶ φεῦγε τρισσοῖς τὸν ταχὺν ἄνδρα ποσίν.