phanias
ἄλκιμος ἀγρίφαν κενοδοντίδα, καὶ φιλοδούπου
φάρσος ἄμας, στελεοῦ χῆρον ἐλαϊνέου,
ἀρθροπέδαν † στεῖμόν τε, καὶ ὠλεσίβωλον ἀρούρης
σφῦραν, καὶ δαπέδων μουνορυχὰν ὄρυγα,
καὶ κτένας ἑλκητῆρας, ἀνὰ προπύλαιον Ἀθάνας
θήκατο, καὶ ῥαπτὰς γειοφόρους σκαφίδας,
θησαυρῶν ὅτ᾽ ἔκυρσεν, ἐπεὶ τάχ᾽ ἂν ἁ πολυκαμπὴς
ἰξὺς κεἰς Ἀίδαν ᾤχετο κυφαλέα.