anonymi epigrammatici
κερκίδα τὴν φιλοεργὸν Ἀθηναίῃ θέτο Βιττὼ
ἄνθεμα, λιμηρῆς ἄρμενον ἐργασίης, [p. 324]
πάντας ἀποστύξασα γυνὴ τότε τοὺς ἐν ἐρίθοις
μόχθους καὶ στυγερὰς φροντίδας ἱστοπόνων
εἶπε δ᾽ Ἀθηναίῃ:
τῶν Κύπριδος ἅψομαι ἔργων,
τὴν Πάριδος κατὰ σοῦ ψῆφον ἐνεγκαμένη: