paulus silentiarius
ὄμματά σευ βαρύθουσι, πόθου πνείοντα, Χαρικλοῖ,
οἷάπερ ἐκ λέκτρων ἄρτι διεγρομένης:
ἔσκυλται δὲ κόμη, ῥοδέης δ᾽ ἀμάρυγμα παρειῆς
ὦχρος ἔχει λευκός, καὶ δέμας ἐκλέλυται. [p. 262]
κεἰ μὲν παννυχίῃσιν ὁμιλήσασα παλαίστραις
ταῦτα φέρεις, ὄλβου παντὸς ὑπερπέτεται
ὅς σε περιπλέγδην ἔχε πήχεσιν εἰ δέ σε τήκει:
θερμὸς ἔρως, εἴης εἰς ἐμὲ τηκομένη.