rhianus
Ἀχρυλὶς ἡ Φρυγίη θαλαμηπόλος, ἡ περὶ πεύκας
πολλάκι τὰς ἱερὰς χευαμένη πλοκάμους,
γαλλαίῳ Κυβέλης ὀλολύγματι πολλάκι δοῦσα
τὸν βαρὺν εἰς ἀκοὰς ἦχον ἀπὸ στομάτων, [p. 388]
τάσδε θεῇ χαίτας περὶ δικλίδι θῆκεν ὀρειᾳ,
θερμὸν ἐπεὶ λύσσης ὧδ᾽ ἀνέπαυσε πόδα.