damocharis
Γραμμοτόκῳ πλήθοντα μελάσματι κυκλομόλιβδον
καὶ κανόνα γραφίδων Ι᾿θντάτων φύλακα,
καὶ γραφικοῖο δοχεῖα κελαινοτάτοιο ῥεέθρου,
ἄκρα τε μεσσοτόμους εὐγλυφέας καλάμους, [p. 332]
τρηχαλέην τε λίθον, δονάκων εὐθηγέα κόσμον,
ἔνθα περιτριβέων ὀξὺ χάραγμα πέλει,
καὶ γλύφανον καλάμου, πλατέος γλωχῖνα σιδήρου,
ὅπλα σοὶ ἐμπορίης ἄνθετο τῆς ἰδίης
κεκμηὼς Μενέδημος ὑπ᾽ ἀχλύος ὄμμα παλαιόν,
Ἑρμεία: σὺ δ᾽ ἀεὶ φέρβε σὸν ἐργατίνην,