anonymi epigrammatici
Σκάπτειραν κήποιο φιλυδρήλοιο δίκελλαν,
καὶ δρεπάνην καυλῶν ἄγκυλον ἐκτομίδα,
τὴν τ᾽ ἐπινωτίδιον βροχετῶν ῥακόεσσαν ἀρωγόν,
καὶ τὰς ἀρρήκτους ἐμβάδας ὠμοβοεῖς,
τόν τε δι᾽ εὐτρήτοιο πέδου δύνοντα κατ᾽ ἰθὺ
ἀρτιφυοῦς κράμβης πάσσαλον ἐμβολέα,
καὶ σκάφος ἐξ ὀχετῶν πρασιὴν διψεῦσαν ἐγείρειν
αὐχμηροῖο θέρευς οὔ ποτε παυσάμενον,
σοὶ τῷ κηπουρῷ Ποτάμων ἀνέθηκε, Πρίηπε,
κτησάμενος ταύτης ὄλβον ἀπ᾽ ἐργασίης,