agathias scholasticus
εἰ φιλέεις, μὴ πάμπαν ὑποκλασθέντα χαλάσσῃς
θυμὸν ὀλισθηρῆς ἔμπλεον ἱκεσίης:
ἀλλά τι καὶ φρονέοις στεγανώτερον, ὅσσον ἐρύσσαι
ὀφρύας, ὅσσον ἰδεῖν βλέμματι φειδομένῳ.
ἔργον γάρ τι γυναιξὶν ὑπερφιάλους ἀθερίζειν
καὶ κατακαγχάζειν τῶν ἄγαν οἰκτροτάτων.
κεῖνος δ᾽ ἐστὶν ἄριστος ἐρωτικός, ὃς τάδε μίξει
οἶκτον ἔχων ὀλίγῃ ξυνὸν ἀγηνορίῃ, [p. 236]