agathias scholasticus
ἡ γραῦς ἡ τρικόρωνος, ἡ ἡμετέρους διὰ μόχθους
μοίρης ἀμβολίην πολλάκι δεξαμένη,
ἄγριον ἦτορ ἔχει, καὶ θέλγεται οὔτ᾽ ἐπὶ χρυσῷ,
οὔτε ζωροτέρῳ μείζονι κισσυβίῳ:
τὴν κούρην δ᾽ αἰεὶ περιδέρκεται: εἰ δὲ ποτ᾽ αὐτὴν
ἀθρήσει κρυφίοις ὄμμασι ῥεμβομένην,
ἆ μέγα τολμήεσσα ῥαπίσμασιν ἀμφὶ πρόσωπα
πλήσσει τὴν ἁπαλὴν οἰκτρὰ κινυρομένην.
εἰ δ᾽ ἐτεὸν τὸν Ἄδωνιν ἐφίλαο, Περσεφόνεια,
οἴκτειρον ξυνῆς ἄλγεα τηκεδόνος.
ἔστω δ᾽ ἀμφοτέροισι χάρις μία: τῆς δὲ γεραιῆς
ῥύεο τὴν κούρην, πρίν τι κακὸν παθέειν.