paulus silentiarius
Ζηνὶ τόδ᾽ ὀμφάλιον σάκεος τρύφος, ᾧ ἔπι λαιὰν
ἔσχεν ἀριστεύων, ἄνθετο Νικαγόρας:
πᾶν δὲ τὸ λοιπὸν ἄκοντες, ἰσήριθμός τε χαλάζῃ
χερμὰς καὶ ξιφέων ἐξεκόλαψε γένυς.
ἀλλὰ καὶ ἀμφίδρυπτον ἐὸν τόδε χειρὶ μεναίχμᾳ
σῴζετο Νικαγόρᾳ, σῷζε δὲ Νικαγόραν.
θεσμὸν τὸν Σπάρτας μενεφύλοπιν ἀμφὶ βοείᾳ
τῇδέ τις ἀθρήσει πάντα φυλασσόμενον.