meleager
οἶδ᾽ ὅτι μοι κενὸς ὅρκος, ἐπεὶ σέ γε τὴν φιλάσωτον
μηνύει μυρόπνους ἀρτιβρεχὴς πλόκαμος,
μηνύει δ᾽ ἄγρυπνον ἰδοὺ βεβαρημένον ὄμμα,
καὶ σφιγκτὸς στεφάνων ἀμφὶ κόμαισι μίτος:
ἔσκυλται δ᾽ ἀκόλαστα πεφυρμένος ἄρτι κίκιννος,
πάντα δ᾽ ὑπ᾽ ἀκρήτου γυῖα σαλευτὰ φαρεῖς.
ἔρρε, γύναι πάγκοινε: καλεῖ σε γὰρ ἡ φιλόκωμος
πηκτὶς καὶ κροτάλων χειροτυπὴς πάταγος.