agathias scholasticus
πᾶσαν ἐγὼ τὴν νύκτα κινύρομαι: εὖτε δ᾽ ἐπέλθῃ
ὄρθρος ἐλινῦσαι μικρὰ χαρίζόμενος, [p. 248]
ἀμφιπεριτρύζουσι χελιδόνες, ἐς δέ με δάκρυ
βάλλουσιν, γλυκερὸν κῶμα παρωσάμεναι.
ὄμματα δ᾽ οὐ λάοντα φυλάσσεται: ἡ δὲ Ῥοδάνθης
αὖθις ἐμοῖς στέρνοις φροντὶς ἀναστρέφεται.
ὦ φθονεραὶ παύσασθε λαλητρίδες: οὐ γὰρ ἔγωγε
τὴν Φιλομηλείην γλῶσσαν ἀπεθρισάμην
ἀλλ᾽ Ἴτυλον κλαίοιτε κατ᾽ οὔρεα, καὶ γοάοιτε
εἰς ἔποπος κραναὴν αὖλιν ἐφεζόμεναι,
βαιὸν ἵνα κνώσσοιμεν ἴσως δέ τις ἥξει ὄνειρος,
ὅς με Ῥοδανθείοις πήχεσιν ἀμφιβάλοι.