ariston
μύες, εἰ μὲν ἐπ᾽ ἄρτον ἐληλύθατ᾽, ἐς μυχὸν ἄλλον
στείχετ᾽ ῾ ἐπεὶ λιτὴν οἰκέομεν καλύβην᾽,
οὗ καὶ πίονα τυρὸν ἀποδρέψεσθε καὶ αὔην
ἰσχάδα, καὶ δεῖπνον συχνὸν ἀπὸ σκυβάλων.
εἰ δ᾽ ἐν ἐμαῖς βίβλοισι πάλιν καταθήξετ᾽ ὀδόντα,
κλαύσεσθ᾽, οὐκ ἀγαθὸν κῶμον ἐπερχόμενοι.