meleager
ἄστρα, καὶ ἡ φιλέρωσι καλὸν φαίνουσα Σελήνη,
καὶ Νύξ, καὶ κώμων σύμπλανον ὀργάνιον,
ἆρά γε τὴν φιλάσωτον ἔτ᾽ ἐν κοίταισιν ἀθρήσω
ἄγρυπνον, λύχνῳ πόλλ᾽ ἀποκλαομένην;
ἦ τιν᾽ ἔχει σύγκοιτον ; ἐπὶ προθύροισι μαράνας
δάκρυσιν ἐκδήσω τοὺς ἱκέτας στεφάνους,
ἓν τόδ᾽ ἐπιγράψας:
Κύπρι, σοὶ Μελέαγρος, ὁ μύστης
σῶν κώμων, στοργῆς σκῦλα τάδ᾽ ἐκρέμασεν.