philodemus
κέντρα διωξικέλευθα, φιλορρώθωνά τε κημόν,
τόν τε περὶ στέρνοις κόσμον ὀδοντοφόρον,
κοἰσυΐνην ἔτι ῥάβδον ἐπὶ προθύροισι, Πόσειδον,
ἄνθετο σοὶ νίκης Χάρμος ἀπ᾽ Ἰσθμιάδος,
καὶ ψήκτρην ἵππων ἐρυσίτριχα, τὴν τ᾽ ἐπὶ νώτων
μάστιγα, ῥοίζου μητέρα καρχαλέην.
ἀλλὰ σύ, Κυανοχαῖτα, δέχευ τάδε, τὸν δὲ Λυκίνου
υἷα καὶ εἰς μεγάλην στέψον Ὀλυμπιάδα.