leonidas
Λαθρίη, ἐκ πλανίου ταύτην χάριν ἔκ τε πενέστεω
κἠξ ὀλιγησιπύου δέξο Λεωνίδεω,
ψαιστά τε πιήεντα καὶ εὐθήσαυρον ἐλαίην,
καὶ τοῦτο χλωρὸν σῦκον ἀποκράδιον,
κεὐοίνου σταφυλῆς ἔχ᾽ ἀποσπάδα πεντάρραγον,
πότνια, καὶ σπονδὴν τήνδ᾽ ὑποπυθμίδιον.
ἢν δὲ μέ γ᾽, ὡς ἐκ νούσου ἀνειρύσω, ὧδε καὶ ἐχθρῆς
ἐκ πενίης ῥύσῃ, δέξο χιμαιροθύτην.