antipater
Καυσίη, ἡ τὸ πάροιθε Μακηδόσιν εὔκολον ὅπλον,
καὶ σκέπας ἐν νιφετῷ, καὶ κόρυς ἐν πολέμῳ,
ἱδρῶ διψήσασα πιεῖν τεόν, ἄλκιμε Πείσων,
Ἡμαθὶς Αὐσονίους ἦλθον ἐπὶ κροτάφους.
ἀλλὰ φίλος δέξαι με: τάχα κρόκες, αἵ ποτε Πέρσας
τρεψάμεναι, καὶ σοὶ Θρῇκας ὑπαξόμεθα. [p. 478]