macedonius ii
Φωσφόρε, μὴ τὸν Ἔρωτα βιάζεο, μηδὲ διδάσκου,
Ἄρεϊ γειτονέων, νηλεὲς ἦτορ ἔχειν
ὡς δὲ πάρος, Κλυμένης ὁρόων Φαέθοντα μελάθρῳ,
οὐ δρόμον ὠκυπόδην εἶχες ἐπ᾽ ἀντολίης,
οὕτω μοι περὶ νύκτα, μόγις ποθέοντι φανεῖσαν,
ἔρχεο δηθύνων ὡς παρὰ Κιμμερίοις.