theodorus
σοὶ τὸν πιληθέντα δι᾽ εὐξάντου τριχὸς ἀμνοῦ,
Ἑρμᾶ, Καλλιτέλης ἐκρέμασεν πέτασον,
καὶ δίβολον περόναν, καὶ στλεγγίδα, κἀποτανυσθὲν
τόξον, καὶ τριβάκην γλοιοπότιν χλαμύδα,
καὶ σχίζας, καὶ σφαῖραν ἀείβολον ἀλλὰ σὺ δέξαι,
κωροφίλ᾽, εὐτάκτου δῶρον ἐφηβοσύνας.