palladas
νῦν καταγιγνώσκω καὶ τοῦ Διὸς ὡς ἀνεράστου,
μὴ μεταβαλλομένου τῆς σοβαρᾶς ἕνεκα:
οὔτε γὰρ Εὐρώπης, οὐ τῆς Δανάης περὶ κάλλος,
οὔθ᾽ ἁπαλῆς Λήδης ἐστ᾽ ἀπολειπομένη:
εἰ μὴ τὰς πόρνας παραπέμπεται: οἶδα γὰρ αὐτὸν
τῶν βασιλευουσῶν παρθενικῶν φθορέα,