antiphilus
Δοῦρας Ἀλεξάνδροιο: λέγει δέ σε γράμματ᾽ ἐκεῖνον
ἐκ πολέμου θέσθαι σύμβολον Ἀρτέμιδι
ὅπλον ἀνικήτοιο βραχίονος. ἆ καλὸν ἔγχος,
ᾧ πόντος καὶ χθὼν εἶκε κραδαινομένῳ.
ἵλαθι, δοῦρας ἀταρβές: ἀεὶ δέ σε πᾶς τις ἀθρήσας
ταρβήσει, μεγάλης μνησάμενος παλάμης.