adaeus
τὰν ὄιν, ὦ Δάματερ ἐπόγμιε, τὰν τ᾽ ἀκέρωτον
μόσχον, καὶ τροχιὰν ἐν κανέῳ φθοΐδα,
σοὶ ταύτας ἐφ᾽ ἅλωος, ἐφ᾽ ᾇ πολὺν ἔβρασεν ἄντλον
Κρήθων καὶ λιπαρὰν εἶδε γεωμορίαν,
ἱρεύει, πολύσωρε: σὺ δὲ Κρήθωνος ἄρουραν
πᾶν ἔτος εὔκριθον καὶ πολύπυρον ἄγοις.