anonymi epigrammatici
ὁ ζ ἔχει περὶ τὰ ἀρκτῷα μέρη, Ἀμφίονος καὶ Ζήθου ἱστορίαν προσάπτοντες ταύρῳ τὴν Δίρκην, ὅτι τὴν μητέρα αὐτῶν Ἀντιόπην, διὰ τὴν φθορὰν Λύκῳ ἀνδρὶ αὐτῆς ὑπὸ Νυκτέως τοῦ πατρὸς αὐτῆς παραδοθεῖσαν, ὀργῇ ζηλοτύπῳ ἐνσχεθεῖσα, ἀμέτρως ἐτιμωρήσατο.Ἀμφίων καὶ Ζῆθε, Διὸς σκυλακεύματα, Δίρκην
κτείνατε τάνδ᾽ ὀλέτιν ματέρος Ἀντιόπας,
δέσμιον ἣν πάρος εἶχε διὰ ζηλήμονα μῆνιν:
νῦν δ᾽ ἱκέτις αὐτὴ λίσσετ᾽ ὀδυρομένη.
ᾇ γε καὶ ἐκ ταύροιο καθάπτετε δίπλακα σειρήν,
ὄφρα δέμας σύρῃ; τῆσδε κατὰ ξυλόχου.