rufinus
παρθένος ἀργυρόπεζος ἐλούετο, χρύσεα μαζῶν
χρωτὶ γαλακτοπαγεῖ μῆλα διαινομένη:
πυγαὶ δ᾽ ἀλλήλαις περιηγέες εἱλίσσοντο,
ὕδατος ὑγροτέρῳ χρωτὶ σαλευόμεναι. ^ ^
τὸν δ᾽ ὑπεροιδαίνοντα κατέσκεπε πεπταμένη χεὶρ
οὐχ ὅλον Εὐρώταν, ἀλλ᾽ ὅσον ἠδύνατο.