myrinus
τὴν μαλακὴν Παφίης Στατύλλιον ἀνδρόγυνον δρῦν
ἕλκειν εἰς Ἀίδην ἡνίκ᾽ ἔμελλε χρόνος,
τἀκ κόκκου βαφθέντα καὶ ὑσγίνοιο θέριστρα,
καὶ τοὺς ναρδολιπεῖς ἀλλοτρίους πλοκάμους, [p. 436]
φαικάδα τ᾽ εὐτάρσοισιν ἐπ᾽ ἀστραγάλοισι γελῶσαν,
καὶ τὴν γρυτοδόκην κοιτίδα, παμβακίδων,
αὐλούς θ᾽ ἡδὺ πνέοντας ἑταιρείοις ἐνὶ κώμοις,
δῶρα Πριηπείων θῆκεν ἐπὶ προθύρων.