meleager
ἄγγειλον τάδε, Δορκάς: ἰδοὺ πάλι δεύτερον αὐτῇ
καὶ τρίτον ἄγγειλον, Δορκάς, ἅπαντα. τρέχε:
μηκέτι μέλλε, πέτου — βραχύ μοι, βραχύ, Δορκάς, ἐπίσχες..
Δορκάς, ποῖ σπεύδεις, πρίν σε τὰ πάντα μαθεῖν; [p. 218]
πρόσθες δ᾽ οἷς εἴρηκα πάλαι — μᾶλλον δὲ ῾τί ληρῶ;᾿
μηδὲν ὅλως εἴπῃς — ἀλλ᾽ ὅτι — πάντα λέγε:
μὴ φείδου τὰ ἅπαντα λέγειν. καίτοι τί σε Δορκάς,
ἐκπέμπω, σὺν σοὶ καὐτός, ἰδού, προάγων;