anonymi epigrammatici
εἰς τὸν ναὸν τῶν ἁγίων ἀποστόλων πλησίον τοῦ ἁγίου Σεργίου εἰς τὰ ὉρμίσδουΧριστὸν παμβασιλῆα φίλοις καμάτοισι γεραίρων
τοῦτον Ἰουστινιανὸς ἀγακλέα δείματο νηὸν [p. 6]
Πέτρῳ καὶ Παύλῳ: θεράπουσι γὰρ εὖχος ὀπάζων
αὐτῷ δή τις ἄνακτι φέρει πολυκυδέα τιμήν,
ἐνθάδε καὶ ψυχῇ καὶ ὄμμασι κέρδος ἑτοῖμον
εὐχαῖσιν μὲν ἕκαστος ὅ τι χρέος ἐστὶν ἑλέσθω,
τερπέσθω δὲ ὁρῶν κάλλος καὶ δώματος αἴγλην.