Julianus
κεκμηὼς χρονίῃς πεπονηκότα δίκτυα θήρᾐ
ἄνθετο ταῖς Νύμφαις ταῦτα γέρων Κινύρης:
οὐ γὰρ ἔτι τρομερῇ παλάμῃ περιηγέα κόλπον
εἶχεν ἀκοντίζειν οἰγομένοιο λίνου.
εἰ δ᾽ ὀλίγου δώρου τελέθει δόσις, οὐ τόδε, Νύμφαι,
μέμψις, ἐπεὶ Κινύρου ταῦθ᾽ ὅλος ἔσκε βίος.