quintus maecius
τί στυγνή; τί ταῦτα κόμης εἰκαῖα, Φιλαινί,
σκύλματα, καὶ νοτερῶν σύγχυσις ὀμματίων;
μὴ τὸν ἐραστὴν εἶδες ἔχονθ᾽ ὑποκόλπιον ἄλλην;
εἶπον ἐμοί: λύπης φάρμακ᾽ ἐπιστάμεθα.
δακρύεις, οὐ φὴς δέ: μάτην ἀρνεῖσθ᾽ ἐπιβάλλῃ:
ὀφθαλμοὶ γλώσσης ἀξιοπιστότεροι.