antipater
τὰν ἔλαφον, Λάδωνα καὶ ἀμφ᾽ Ἐρυμάνθιον ὕδωρ
νῶτά τε θηρονόμου φερβομέναν Φολόας,
παῖς ὁ Θεαρίδεω Λασιώνιος εἷλε Λυκόρμας
πλήξας ῥομβητῷ δούρατος οὐριάχῳ:
δέρμα δὲ καὶ δικέραιον ἀπὸ στόρθυγγα μετώπων
σπασσάμενος, κούρᾳ θῆκε παρ᾽̓᾽ ἀγρότιδι.